TLG 0703 001 :: NUMENIUS :: Fragmenta et tituli NUMENIUS Poet. Didac., fiq Numenius Med. Fragmenta et tituli
Citation: Fragment — (line) | ||
568-82(t) | Ἁλιευτικόν | 279 |
569 | ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε | |
570 | ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ ζωῇ ἔπ’ ἀγρώσσοις· τάδε 〈δὴ〉 σκέψαιο δέλετρα | |
571 | ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφὸν ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα | |
572 | ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον | |
ἢ μύας ἢ ἵππους ἠὲ γλαυκὴν κορύδυλιν. | 280 | |
573 | γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων κόσσυφον ἢ κίχλας ἁλιειδέας, ἄλλοτε δ’ ἄλλῃ σάργον ἐπικέλσοντα, λινοπληγέστατον ἰχθύν. | |
574 | τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν | |
575 | ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα | |
576 | ῥηϊδίως ἕλκοιτο καὶ αἰολίην κορακῖνον | |
577 | ἄλλοτε δ’ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρὰ πέτρην φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν | |
σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον | 281 | |
578 | τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντ’ ἢ ἀρνευτὴν ἵππουρον ἠὲ φάγρον λοφίην, ὁτὲ δ’ ἀγρόμενον σκιαδῆα. | |
579 | †ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον† | |
580 | κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε | |
581 | ἢ σπάρον ἢ ὕκας ἀγεληΐδας ἢ ἐπὶ φάγρον | |
πέτρῃ ἀλωόμενον | 282 | |
582 | φύλλων δ’ ὅσς’ ἄσπαρτα τά τ’ ἐρρίζωται ἀρούραις χείματος ἠδ’ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται, αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον, †ῥάφιν τ’ ἔμπεδον† καὶ καυ〈κα〉λίδ’ ἀγροιῶτιν. | |
583 | κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον πολλὸν ἀποτροπ〈ό〉ῳτο καὶ ἰοβόλον σκολόπενδραν | |
584 | καὶ δὲ σύ γε μνήσαιο δελείατος, ὅττι παρ’ ἄκρα δήεις αἰγιαλοῖο γεώλοφα· οἱ μὲν ἴουλοι κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης. ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι | |
5 | ἀμμώδεις κλύζωνται ἐπ’ ἄκρῃ κύματος ἀγῇ, ἔνθεν ὀρύξασθαι θέμεναί τ’ εἰς ἄγγος ἀολλεῖς. | |
---|---|---|
585 | ἄλλοτ’ ἐρυθρὸν | |
κόκκυγ’ ἢ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον | 283 | |
586 | ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα | |
587 | τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γὰρ ἐπ’ ἄκρης... | |
588 | σὺ δ’ ἂν καὶ χαλκίδ’ ἐκείνην αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα 〈 〉 | |
589(+ 590-4)(t) | Θηριακόν | |
590 | []ὑπόχλωρόν 〈γε〉 μὲν ἕλκος | |
κοιλαίνει, τὸ δὲ πολλὸν ἀνέδραμεν αὐτόθεν οἶδος | 284 | |
591 | ῥέθεσίν γε μὲν εἴδετ’ ἔπ’ ἰχὼρ ἠερόεις, τότε δ’ αὖ μολίβῳ ἐναλίγκιον εἶδος ἀμφί ἑ κυμαίνει χάλκῃ ἴσον | |
592 | κιρράς | 285 |